Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.42 Dem. 45.45 (English) >>Dem. 45.49

45.44πρὸς δὴ τὸν λόγον τοῦτον καὶ τὴν ἀναίδειαν βέλτιόν ἐστι μικρὰ προειπεῖν ὑμῖν, ἵνα μὴ λάθητʼ ἐξαπατηθέντες. πρῶτον μέν, ὅταν ἐγχειρῇ λέγειν τοῦτο, ὡς ἄρʼ οὐ πάντων ὑπεύθυνός ἐστιν, ἐνθυμεῖσθʼ ὅτι διὰ ταῦθʼ νόμος μαρτυρεῖν ἐν γραμματείῳ κελεύει, ἵνα μήτʼ ἀφελεῖν ἐξῇ μήτε προσθεῖναι τοῖς γεγραμμένοις μηδέν. τότʼ οὖν αὐτὸν ἔδει ταῦτʼ ἀπαλείφειν κελεύειν νῦν οὐ φήσει μεμαρτυρηκέναι, οὐ νῦν ἐνόντων ἀναισχυντεῖν. 45.45ἔπειτα καὶ τόδε σκοπεῖτε, εἰ ἐάσαιτʼ ἂν ἐναντίον ὑμῶν ἐμὲ προσγράψαι τι λαβόντα τὸ γραμματεῖον. οὐ δήπου. οὔκουν οὐδὲ τοῦτον ἀφαιρεῖν τῶν γεγραμμένων ἐᾶν προσήκει. τίς γὰρ ἁλώσεταί ποτε ψευδομαρτυρίων, εἰ μαρτυρήσει θʼ βούλεται, καὶ λόγον ὧν βούλεται δώσει; ἀλλʼ οὐχ οὕτω ταῦτʼ οὔθʼ νόμος διεῖλεν οὔθʼ ὑμῖν ἀκούειν προσήκει· ἀλλʼ ἐκεῖνʼ ἁπλοῦν καὶ δίκαιον. τί γέγραπται; τί μεμαρτύρηκας; ταῦθʼ ὡς ἀληθῆ δείκνυε. καὶ γὰρ ἀντιγέγραψαι ταῦταἀληθῆ μεμαρτύρηκα, μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα”, οὐ τὸ καὶ τὸ τῶν ἐν τῷ γραμματείῳ. 45.46ὅτι δʼ οὕτω ταῦτʼ ἔχει, λαβὲ τὴν ἀντιγραφὴν αὐτήν μοι. λέγε.Ἀντιγραφή

Ἀπολλόδωρος Πασίωνος Ἀχαρνεὺς Στεφάνῳ Μενεκλέους Ἀχαρνεῖ ψευδομαρτυρίων, τίμημα τάλαντον. τὰ ψευδῆ μου κατεμαρτύρησε Στέφανος μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα.

<Στέφανος Μενεκλέους Ἀχαρνεὺς> τἀληθῆ ἐμαρτύρησα μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα.

ταῦθʼ οὗτος ἀντεγράψατο, χρὴ μνημονεύειν ὑμᾶς, καὶ μὴ τοὺς ἐπʼ ἐξαπάτῃ νῦν λόγους ὑπὸ τούτου ῥηθησομένους πιστοτέρους ποιεῖσθαι τῶν νόμων καὶ τῶν ὑπὸ τούτου γραφέντων εἰς τὴν ἀντιγραφήν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.42 Dem. 45.45 (English) >>Dem. 45.49

Powered by PhiloLogic